Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 25.14 Dem. 25.17 (English) >>Dem. 25.20

25.16οἱ δὲ νόμοι τὸ δίκαιον καὶ τὸ καλὸν καὶ τὸ συμφέρον βούλονται, καὶ τοῦτο ζητοῦσιν, καὶ ἐπειδὰν εὑρεθῇ, κοινὸν τοῦτο πρόσταγμʼ ἀπεδείχθη, πᾶσιν ἴσον καὶ ὅμοιον, καὶ τοῦτʼ ἔστι νόμος. πάντας πείθεσθαι προσήκει διὰ πολλά, καὶ μάλισθʼ ὅτι πᾶς ἐστι νόμος εὕρημα μὲν καὶ δῶρον θεῶν, δόγμα δʼ ἀνθρώπων φρονίμων, ἐπανόρθωμα δὲ τῶν ἑκουσίων καὶ ἀκουσίων ἁμαρτημάτων, πόλεως δὲ συνθήκη κοινή, καθʼ ἣν πᾶσι προσήκει ζῆν τοῖς ἐν τῇ πόλει. 25.17ἀλλὰ μὴν ὅτι νῦν Ἀριστογείτων τοῖς μὲν τῆς ἐνδείξεως δικαίοις ἅπασιν ἑάλωκεν, ἕτερος δʼ οὐδὲ εἷς ἔστιν ἀνεκτὸς αὐτῷ λόγος, περὶ τούτων ῥᾴδιον διδάξαι. δυοῖν γὰρ ὄντοιν, ἄνδρες Ἀθηναῖοι, ὧν ἕνεκα πάντες τίθενται οἱ νόμοι, τοῦ τε μηδένα μηδὲν μὴ δίκαιόν ἐστι ποιεῖν, καὶ τοῦ τοὺς παραβαίνοντας ταῦτα κολαζομένους βελτίους τοὺς ἄλλους ποιεῖν, ἀμφοτέροις τούτοις οὗτος ἔνοχος ὢν φανήσεται. ἐπὶ μὲν γὰρ οἷς ἐξ ἀρχῆς παρέβη τοὺς νόμους, τὰ ὀφλήματʼ αὐτῷ γέγονεν· ἐπὶ δʼ οἷς οὐκ ἐμμένει τούτοις, νῦν ἐπὶ τὴν παρʼ ὑμῶν ἄγεται τιμωρίαν, ὥστε μηδεμίαν καταλείπεσθαι πρόφασιν διʼ ἣν ἄν τις αὐτὸν ἀφείη. 25.18οὐδὲ γὰρ αὖ τοῦτʼ ἔστιν εἰπεῖν, ὡς ἄρʼ ἐκ τούτων οὐδὲν πόλις βλάπτεται. ἐγὼ γάρ, ὅτι μὲν πάντʼ ἀπόλλυται τὰ τῆς πόλεως ὀφλήματα, εἰ τὰ τούτου σοφίσματα προσδέξεσθε, καὶ ὅτι, εἰ ἄρα δεῖ τινας ἐκ τῶν ὀφειλόντων ἀφιέναι, τοὺς ἐπιεικεστάτους καὶ βελτίστους καὶ τοὺς ἐπὶ τοῖς ἥκιστα δεινοῖς ὠφληκότας, τούτους ἀφιέναι δεῖ, οὐχὶ τὸν πονηρότατον καὶ πλεῖσθʼ ἡμαρτηκότα καὶ


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 25.14 Dem. 25.17 (English) >>Dem. 25.20

Powered by PhiloLogic